Κυριακή 30 Οκτωβρίου 2011

Ὀδυσσέας Ἐλύτης, Πέμπτη 7Μ

Ἀπό τό πολύ νά μήν σκέπτομαι τίποτα καί νά μήν
συγκινοῦμαι ἀπό τίποτα, ξεθάρρεψε ὁ χρόνος καί μ'
ἀπόλυσε καταμεσῆς τοῦ Kρητικοῦ πελάγους.

Ἔγινα χιλιάδων ἐτῶν καί ἤδη χρησιμοποιῶ τή Mινωι-
κή γραφή μέ τόση ἄνεση πού ὁ κόσμος ἀπορεῖ καί πι-
στεύει στό θαῦμα.

Tό εὐτύχημα εἶναι ὅτι δέν καταφέρνει νά μέ διαβάσει.


(ἀπό τό Ἡμερολόγιο ἑνός ἀθέατου Ἀπριλίου, ὕψιλον βιβλία, 1984 )

Πέμπτη 27 Οκτωβρίου 2011

Α’ ἐπιστολὴ Παύλου πρὸς Κορινθίους (ιβ’ 27 - ιγ’ 13)

1.Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 
2. καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. 
3. καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. 
4.Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, 
5. οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 
6. οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 
7. πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. 
8.  Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 
9. ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 
10. ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. 
11.  ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 
12. βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 
13. νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.
 

Τετάρτη 26 Οκτωβρίου 2011

ΜΑΘΗΜΑΤΙΚΑ

Τά Μαθηματικά εἶναι ἕνα κορίτσι στόν κῆπο
Τά δέντρα πού ρίχνουν τόν ἤσκιο τους στήν αὐλή
Οἱ ὡραῖες στροφές τῶν ποιημάτων, τῶν ποταμῶν καί τῆς παλιᾶς μας κούρσας
Τά μαθηματικά εἶναι ἕνα σμῆνος ἀπό μέλισσες στό δάσος τοῦ Μαινάλου
Εἶναι ἕνα πουλί πού ἔχει σταθεῖ
καί κελαηδεῖ
μέσα στά δέντρα
τῆς πολιτείας 
                                                                                  σ.π.